Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.158 Joseph. AJ 20.163 (English) >>Joseph. AJ 20.168

20.162ἔχων δὲ καὶ ἀπεχθῶς πρὸς τὸν ἀρχιερέα Ἰωνάθην Φῆλιξ διὰ τὸ πολλάκις ὑπʼ αὐτοῦ νουθετεῖσθαι περὶ τοῦ κρειττόνως προΐστασθαι τῶν κατὰ τὴν Ἰουδαίαν πραγμάτων, μὴ καὶ μέμψιν αὐτὸς ὀφλοίη παρὰ τοῖς πλήθεσιν αἰτησάμενος ἐκεῖνον παρὰ τοῦ Καίσαρος πεμφθῆναι τῆς Ἰουδαίας ἐπίτροπον, πρόφασιν ἐπενόει διʼ ἧς μεταστήσεται τὸν συνεχῶς ὀχληρὸν αὐτῷ γινόμενον· βαρὺ γὰρ τοῖς ἀδικεῖν θέλουσιν τὸ συνεχῶς νουθετοῦν. 20.163καὶ δὴ διὰ τοιαύτης αἰτίας Φῆλιξ τὸν πιστότατον τῶν Ἰωνάθου φίλων Ἱεροσολυμίτην τὸ γένος Δωρᾶν ὀνόματι πείθει πολλὰ χρήματα δώσειν ὑπισχνούμενος ἐπαγαγεῖν τῷ Ἰωνάθῃ τοὺς λῃστὰς ἀναιρήσοντας, κἀκεῖνος ὑπακούσας ἐμηχανήσατο διὰ τῶν λῃστῶν πραχθῆναι τοιούτῳ τρόπῳ τὸν φόνον· 20.164ἀνέβησάν τινες αὐτῶν εἰς τὴν πόλιν ὡς προσκυνήσοντες τὸν θεὸν ὑπὸ τὰς ἐσθῆτας ἔχοντες ξιφίδια καὶ συναναμιγέντες τῷ Ἰωνάθῃ κτείνουσιν αὐτόν. 20.165ἀνεκδικήτου δὲ τούτου τοῦ φόνου μεμενηκότος μετὰ πάσης τὸ λοιπὸν ἀδείας ἀναβαίνοντες ἐν ταῖς ἑορταῖς οἱ λῃσταὶ καὶ τὸν σίδηρον ὁμοίως κεκρυμμένον ἔχοντες συναναμιγνύμενοι τοῖς πλήθεσιν ἀνῄρουν μέν τινας ἑαυτῶν ἐχθρούς, οὓς δʼ ἐπὶ χρήμασιν ἄλλοις ὑπηρετοῦντες, οὐ μόνον κατὰ τὴν ἄλλην πόλιν ἀλλὰ καὶ κατὰ τὸ ἱερὸν ἐνίους· καὶ γὰρ ἐκεῖ σφάττειν ἐτόλμων, οὐδʼ ἐν τούτῳ δοκοῦντες ἀσεβεῖν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.158 Joseph. AJ 20.163 (English) >>Joseph. AJ 20.168

Powered by PhiloLogic